Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.221 | Dem. 21.225 (English) | >>Dem. 21.227 |
21.223καὶ γὰρ αὐτὸ τοῦτʼ εἰ ʼθέλοιτε σκοπεῖν καὶ ζητεῖν , τῷ ποτʼ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων , ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θʼ ὁποσουσοῦν ἡ πόλις καθίσῃ , οὔτε τῷ μεθʼ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν , εὕροιτʼ ἄν , οὔτε τῷ τὰ σώματʼ ἄριστʼ ἔχειν καὶ μάλιστʼ ἰσχύειν τοὺς δικάζοντας , οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι , οὔτε τῶν τοιούτων οὐδενί , ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν .
21.224ἡ δὲ τῶν νόμων ἰσχὺς τίς ἐστιν ; ἆρʼ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ , προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες ; οὔ · γράμματα γὰρ γεγραμμένʼ ἐστί , καὶ οὐχὶ δύναιντʼ ἂν τοῦτο ποιῆσαι . τίς οὖν ἡ δύναμις αὐτῶν ἐστιν ; ὑμεῖς ἐὰν βεβαιῶτʼ αὐτοὺς καὶ παρέχητε κυρίους ἀεὶ τῷ δεομένῳ . οὐκοῦν οἱ νόμοι θʼ ὑμῖν εἰσιν ἰσχυροὶ καὶ ὑμεῖς τοῖς νόμοις .
21.225δεῖ τοίνυν τούτοις βοηθεῖν ὁμοίως ὥσπερ ἂν αὑτῷ τις ἀδικουμένῳ , καὶ τὰ τῶν νόμων ἀδικήματα κοινὰ νομίζειν , ἐφʼ ὅτου περ ἂν λαμβάνηται , καὶ μήτε λῃτουργίας μήτʼ ἔλεον μήτʼ ἄνδρα μηδένα μήτε τέχνην μηδεμίαν εὑρῆσθαι , διʼ ὅτου παραβάς τις τοὺς νόμους οὐ δώσει δίκην .
ὑμῶν οἱ θεώμενοι τοῖς Διονυσίοις εἰσιόντʼ εἰς τὸ θέατρον τοῦτον ἐσυρίττετε καὶ ἐκλώζετε , καὶ πάνθʼ ἃ μίσους ἐστὶ σημεῖʼ ἐποιεῖτε , οὐδὲν ἀκηκοότες πω περὶ αὐτοῦ παρʼ ἐμοῦ . εἶτα πρὶν μὲν ἐλεγχθῆναι τὸ πρᾶγμα , ὠργίζεσθε , προὐκαλεῖσθʼ ἐπὶ τιμωρίαν τὸν παθόντα , ἐκροτεῖθʼ ὅτε προὐβαλόμην αὐτὸν ἐν τῷ δήμῳ ·
21.226
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.221 | Dem. 21.225 (English) | >>Dem. 21.227 |